Type 3786
(formerly typ/1878)

Εἰ τοῦτο γὰρ ὀνόμασται νύξ ἱερὰ ἐκείνη
νύξ τῆς Χριστοῦ ἐγέρσεως καὶ κατάπαυσις πάθους
καὶ χρὴ τελῆσθαι ἐν αὐτῇ τὴν ἱερὰν θυσίαν
εἰ δὲ τῆς εἴπη πρὸς ἡμᾶς πῶς ταῦτα οὕτως ἔχει
πῶς καὶ τοῦτο σάββατα οὐ ποιῆτε ὁμίος
εὐθὺς ἀποκρινώμεθα ἀληθῶς εἰρηκότες
ἐν ἐκείνῃ γὰρ τιμίᾳ ἡμέρᾳ τοῦ σαββάτου
ὑπῆρχεν λύπη καὶ χαρὰ ὡς δείξωμεν τὸ τέλος
ἀλλ' ἡμεῖς ἑορτάζοντες ἐλευθερίαν τούτων
ἥνπερ ἠλευθερώθησαν ἐκείνῃ τῷ σαββάτῳ
τὰ ἄλλα πάντα σάββατα νηστίαν οὐ τελοῦμεν
ἀλλὰ διὰ προστάξεως τῶν σοφῶν ἀποστόλων
οὗτος καθάπερ ἤκουσας καὶ ἔστιν γεγραμμένον
διὰ ἐπιτιμήσεως ἐν τῷ αὐτῷ κανόνι
τῆς αὐτῶν διατάξεως ἑξηκοστῷ τετάρτῳ
κεφαλαίῳ οὗτος φησὶν ἐν πᾶσιν ἀληθεία.
Editorial status Not a critical text
Metre(s) Decapentasyllable
Bibliography
Number of verses 16
Occurrence(s) [19696] εἰ τοῦτω γὰρ ὀνόμασται νύξ ἱερὰ ἐκήνη [13th c.]
MESSINA - Biblioteca Universitaria - S. Salv. 164 [13th c.] (f. 3v-4v)
(16 verses)
Acknowledgements
Contributor(s)
Permalink https://dbbe.ugent.be/types/3786
Last modified: 2019-05-16.