Type 3557
(formerly typ/1665)

Γράψας τὰ πεντήκοντα ταῦτά σου, Πάτερ,
ἐν οἷς διδάσκεις ἀκριβωμένοις λογοις
γενῶν ἁπάντων τὰς ὅλας διαιρέσεις,
καθ᾽ ἃς προς εἴδη κατατέμνονται ξένως·
ἥ τις πέφυκεν εἰδικωτάτου φύσις,
ἥ τις πέφυκεν ἀτόμων θεωρία,
ὁμωνύμων τε καὶ συνωνύμων πάλιν,
καὶ γνῶσιν ὡς ἔσχηκε τὴν ὄντων φράσας,
ὅπερ κεχρημάτικε φιλοσοφία,
ἑνώσεώς τε καθ᾽ ὑπόστασιν λόγους,
καὶ πάντα τἄλλα πατρικῶς, οὐ φλυάρως·
τὴν γὰρ θύραθεν ἐβδελύξω σοφίαν·
οὑ μὴ δεηθῶ τῶν Σταγειρίτου λόγων
τῶν δυσνοήτων τῇ πολυσχιδεῖ φράσει.
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Metre(s) Dodecasyllable
Subject(s)
Tag(s)
Bibliography
Number of verses 14
Occurrence(s)
Identification Vassis ICB 2005, 124: "In Ioann. Damasceni dialecticam sive capita philosophica"
Permalink https://dbbe.ugent.be/types/3557
Last modified: 2019-06-03.