Type 3404
(formerly typ/1542)

Ζωὴν εἰ θέλωμεν εὑρεῖν τὴν θαυμαστὴν ἐκείνην
Ζηλώσωμεν τὸν κάματον τῶν θαυμαστῶν πατέρων
Καὶ πόνοις ἀναλώσωμεν σαρκὸς τὴν εὐσαρκίαν
Τοὺς ὀχετοὺς ξηράνωμεν τοὺς τῶν ὑπογαστρίων
Τῶν ἡδυνόντων ἀποχῇ δασμῶν τῶν οὐ χρησίμων
Οἰνοφλυγίας νέφωσιν σκεδάσωμεν ἐν δίψει
Μὴ χωρίσωμεν γαστρὶ δασμῶν τῶν ἀναγκαίων
Καθ᾽ ἡδυπάθειεν αἰσχρὰν περισσοτέρας ὕλας
Ὡς ἄν γε μὴ τὴν ἄλωνα τὸ πῦρ προσαναλώσῃ
Τὸ στόμα δὲ μὴ δώσωμεν ἐξαμαρτεῖν τὴν σάρκα
Καθώσπερ φάσκει Σολομὼν ὁ θαυμαστὸς ἐκεῖνος
Λόγος καὶ γὰρ ἀσύμφορος ἅπαν μολύνει σῶμα
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Decapentasyllable
Bibliography
Number of verses 12
Occurrence(s)
Identification Vassis ICB 2005, 286: "Versus utiles"
Permalink https://dbbe.ugent.be/types/3404
Last modified: 2019-05-16.