Type 3244
(formerly typ/1380)
Ἐν γραμμαῖς τὸν κόσμον ἀριθμηθέντα νόησον· | |
ἄρκτους, ὠκεανόν, δύσιν, ἀντολίην τε νότον τε, | |
χεῖμα, θέρος, φυσικάς τ' ἀτραποὺς, σκολιάς τε κελεύθους, | |
Αἰθίοπάς τ' ἀδρανεῖς, Γερμανῶν δύσμορα φῦλα, | |
Σαυρομάτας χοίροισιν ἐοικότας, ἠδὲ καὶ αὐτῆς | |
αἰνομόρου Σκυθίης χαλεπὸν γένος, ἄχρις ἐς ἠῶ | |
Ἰνδῶν τε Σηρῶν τε, τὸ γὰρ πέρας ἀντολίης γῆς. |
Last modified: 2020-12-11.