Type 3170
(formerly typ/1303)
| Ὁ μητροραίστης καὶ γένους ἀναιρέτης | |
| ὁ τοῦ Διός, φεῦ, τὸν τρόπον ὑπηρέτης | |
| Νέρων ὁ δεινὸς καὶ κατεβδελυγμένος, | |
| ὠμῆς λεαίνης σκύμνος ἠγριωμένος | |
| κτείνας σύνευνον, εἶτα Χριστοῦ ποιμένος | |
| τὸν ἄρνα Παῦλον γῆς ὅλης τὸν ποιμένα, | |
| νῦν ἐστὶ βρῶμα τοῦ κυνὸς τοῦ Κερβέρου. | |
| Παῦλος τρυφᾷ τρυφῇ δὲ τῆς ζωηφόρου | |
| φῶς τριττὸν ἁπλοῦν ὡς ὁρῶν θεαρχίας | |
| ἔπαθλον εὑρὼν τὴν ἄνω σκηπτουχίαν. |
Last modified: 2022-12-20.
