Type 31064

Ὁ τοῦ Σινᾶ ὄρους θείος μονάζων
Ἀναστάσιός ἐστιν ὁ ξύσας τήνδε τὴν δέλτον‧
ἐκ σύμπασαν βίβλον ἀθροίσας
τῆς μελίττης γὰρ ἐμιμήσατο πόνον‧
ἐξ ἀνθέων ποικίλων γλύκασμα δράσας
τοῖς μὴ ἅπαντα κτωμένοις τὰ βιβλία.
Ὡς θεράπων γὰρ καὶ προφήτης προέγνω
τὸ νῦν ῥάθυμον τῶν καλλιγράφων μάλα‧
διὰ τοῦτο ἔδρασεν μίαν ἐκ πάντων
βίβλον καλλίστην τοῖς θέλουσιν φυλάττειν
ἀκτημοσύνην, τὸ χρυσότατον δῶρον,
πίστιν, ἐλπίδα καὶ (...)
Πρὸς τε τὸν θ(εὸ)ν καὶ τοὺς (...)σίον? πάντας
ὑφ ὧν στηριζόμενος ὁ (...)
γέγραφεν ταύτην τὴν θεόπνευστον βίβλον
κατ’ ἐρώτησιν νουνεχεστάτην λίαν.
Τὴν Ἐδὲμ μιμεῖται δὲ τὴν μακαρίαν
καὶ τὸν φυτουργὸν Θεὸν τὸν ἐν Τριάδι,
δοξαζόμενον ὑπὸ πνοῆς ἀπάσης,
ὥσπερ γὰρ αὐτοῦ τὰ διάφορα δένδρη,
οὕτω καὶ οὕτος ἐκ διαφόρων βίβλων
φυτεύσας παράδεισον ἠμιλογίων?,
συγκλείει ταύτην ἐν ἐνὶ τεύχει βίβλου
ὥσπερ εἰ πάσαις προυχρ... ταῖς ὑποθέσεσι
εἰθ’ οὕτως πᾶσαν τὴν γραφὴν ἐρανίζων‧
τοὺς δὲ τυμῶνας συγκαλέ<σας> φάσκων:
«Γεύσασθε, τέκνα, τὸν ἐμὸν ἄρτον ἅμα
καὶ πεπωκότες τὸν οἶνον μου τὸν θεῖον
ἔργα δράσασθε θεάρεστα εὖ μάλα‧
μὴ μόνον τοῖς ἔπεσιν ἐσχολακότες,
ἀλλὰ καὶ πράξεσι τεύξαντες τοῖς λόγοις.
Ὁ γὰρ ἐν μόνοις ἐγκαυχόμενος μύθοις
τῇ χειρὶ πεπλάνηται κρατεῖν ἀνέμους».
Title(s) Ἴαμβος ταύτης τῆς βίβλου πρὸς τοὺς παρατυγχάνοντας
Text source DBBE (based on occurrence Ὁ τοῦ σινὰ ὅρους θείος μονάζων)
Text status Text partially unknown
Editorial status Not a critical text
Genre(s)
Metre(s) Dodecasyllable
Subject(s) Anastasios of Sinai (7th c. - 701-725)
Tag(s)
Critical Notes 23 συγκλείει] συνεκλύει cod. 26 συγκαλέσας] συγκαλέ cod.
Comment The poem is unpublished; the Mount Athos repository offers only its incipit. It has several metrical irregularities and orthographic errors that have been silently corrected. Part of its verses is illegible.
Bibliography
Number of verses 33
Occurrence(s) [31066] Ὁ τοῦ σινὰ ὅρους θείος μονάζων [12th c.]
ATHOS - Mone Karakallou 14 [12th c.] (f. 10r-10v)
(33 verses)
Acknowledgements
Creator(s)
Permalink https://dbbe.ugent.be/types/31064
Last modified: 2020-07-08.