Type 3091
(formerly typ/1209)

Ἔγραψε ταύτην τὴν πανίερον δέλτον
ὁ Λαυρέντιος αἰμόλος μονοτρόπος
πεισθεὶς κελεύσει καθηγέτου τιμίου
μάνδρας τῆς τῶν Καλαμιτζίων Κυπριανοῦ
στέργοντος θεὸν ἀμέτρως
ὃς ἐφθαρμένης οὔσης τῆς πρωτοτύπου
τῇ δαπάνῃ ἀνεκτήσατο ταύτην·
πολλῇ τε σπουδῇ καὶ διαπύρῳ πόθῳ
ὥς τι δὲ θεῖον καὶ σεβάσμιον δῶρον
τέθεικε τῷδε τῷ ὑπ᾽ αὐτοῦ σεμνείῳ
εἰς δόξαν εἱς ἔπαινον τῆς μακαρίας
καὶ ἀρχιφώτου ζωαρχικῆς τριάδος
ἣν εὐμενῆ ἕξοιεν ὅταν τῶν τῆδε
πρὸς τὴν ἐκεῖθεν μεταστῇ κληρουχίαν
ἔχων εἰς τοῦτο θερμῶς ἐκλιπαροῦντα
τὴν σφῶν πατέρων πάνσεπτον ξυνωρίδα
τὸν λαμπρὸν ἑν θαύμασι θεῖον λαμπτῆρα
τῆς ἐκκλησίας Νικόλαον τὸν μέγαν
καὶ Κυπριανὸν τὸ μονοτρόπων στέφος
τὸν ἁγλαΐας θαυμάτων παραδόξων
καταλαμπρύνον τὸ περίγεοιν ἅπαν
εὗρε δὲ τέλος ἕκτης χιλιοντάδος
ἄρτι τρεχούσης, πεντήκοντα σὺν ταύτῃ
πρὸς τοῖς ἑκατὸν ἑπτὰ συμμετρουμένοις
μαρτίῳ πρὸς τήν μέσην μηνὸς τοῦ χρόνου.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Tag(s) Completion of the book
Bibliography
Number of verses 25
Occurrence(s) [18876] Ἔγραψε ταύτην τὴν πανίερον δέλτον
SINAI - Mone tes Hagias Aikaterines - gr. 522 (f. 223r)
(25 verses)
Identification Vassis ICB 2005, 164: "Librarii subscr."
Permalink https://dbbe.ugent.be/types/3091
Last modified: 2019-05-16.