Type 2915
(formerly typ/1014)
Τῶν κτεάνων μὲν ἁπάντων ὅσσα περ ἔστι γε μύθους | |
προὔθηκα πτερόεντας. Ἀτὰρ μύθων σούς, πάτερ | |
ἠγασάμην πλέον. Oἵ με σαόφρονά τ᾽ ἐκτελέσειαν· | |
καὶ σκαιῶν παθέων ῥύσειαν. Kαὶ παρὰ Χριστῷ | |
στήσειαν μ᾽ ἁγνὸν θ᾽ ὅλον ὑμνοπόλον κἀνάμαρτον | |
τοῦ γὰρ καὶ χάριν οὓς ποθέω φιλέων τε γράφω | |
κἂν βίβλοισι τίθημι θυμηρῶς, ὄφρα γε θυμῷ | |
γράψαιμι κραδίη τε νόῳ τ᾽, ἐμπλαξὶν ἀρίσταις· | |
Μωσήως μεγάλοιο νόμον ποτὲ ὥσπερ ἄκουσα | |
οὐρανίοιο Θεοῦ γρηφέντ᾽ ἀΰλω δακτύλω. | |
Τὺ δέ, φαεσφόρε, ἐκλιττάζεο υἷα Θεοῖο | |
εἵ γε κ᾽ ἐμεῖο παθέων ἵνα ῥυσθείην τυραννίδος. | |
Καὶ σὺ δ᾽, ὦ μήτερ Χριστοῖο πάναγνε κόρη τε, | |
ἁγνείας κορυφὴ καὶ παρθενίας κλέος, σῶζε | |
σαῖς με ἀγακλυτῆσι λιταῖς παθέων ἄπο. Σῶζε | |
ξὺν ζαθέοισι μαθηταῖς πρεσβεύουσα Θεοῖο | |
ἀρχιερεῦσι τε ἠδὲ κλυτοῖς μάρτυσι. Σῶζε | |
τὸν Μιχαὴλ, ᾧ μοι χρυσοκέφαλος θ᾽ ἡ κλῆσις, | |
ᾧ βίβλος τ᾽ ἐτελέσθη δευτέρ᾽ Ἰουλίοιο | |
ἰνδικτιῶνος δεκάτης· ἐν ἔτει πέμπτω γε | |
τριηκοστῷ πρὸς χιλιάδων τῇ ἑξάδι | |
ἠδ᾽ ἑκατοντάδων τῇ ὀκτάδι ἥματι πέμπτῳ. |
Text source | M. Manousakas 1967, Μακαρίου Φιλαδελφείας τοῦ Χρυσοκεφάλου ἀνέκδοτα χρονικά σημειώματα (1344-1346) εἰς δύο αὐτόγραφους Μαρκιανούς κώδικας, Θησαυρίσματα, 4, 10-19: 8-9 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Person(s) | |
Metre(s) | Elegiacs |
Subject(s) | Theotokos |
Tag(s) | |
Critical Notes | 8 ἐμπλαξὶν ] ἐμπλαξῒν Euangelatou-Notara 12 τυραννίδος] τϋρανΐ(δος) Euangelatou-Notara |
Bibliography | |
Number of verses | 22 |
Occurrence(s) |
[18606] Τῶν κτεάνων μ(ὲν) ἁπάντων ὅσσα περ ἔστι γε μύθους
[1327]
VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 83 (coll. 512) [1327] (f. 180v-181r) (22 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 814: "Macarius Chrysocephalus, Subscr. (Marc. 83/180v)" |
Permalink | https://dbbe.ugent.be/types/2915 |
Last modified: 2022-10-06.