Type 2903
(formerly typ/1000)
Χιλιάσιν ἓξ τοῦ κυκλουμένου ἔτους | |
αὖθις ἑκατοντάσιν ὀκτὼ καὶ πάλιν | |
τῇ πενταπλῇ πεντάδι συμπληρουμένου | |
ἀπριλίῳ δ᾽ ἐν μηνὶ τῆς πληρεστάτης | |
ἰνδικτιῶνος πεντάκις τρισσουμένης | |
ἐν ἡμέρᾳ δὲ τῇ τρίτῃ καί εἰκάδι | |
εἴληφε τέρμα βίβλος ἡ σεβασμία | |
Νείλου πιναρᾷ χειρὶ τοῦ παναθλίου, | |
συνεργίᾳ δὲ τοῦ καλοῦ Κωνσταντίου, | |
ὅστις βαδίζων ὑποταγῆς ἐν τρίβοις | |
πέρας ἱμερτὸν πρὶν ἰδεῖν τῆς πυκτίδος | |
χερσὶ περιπέπτωκεν ἀνδρῶν αἱμάτων | |
παρ᾽ ὧν σπαραχθεὶς ἐκπερᾷ πύλας βίου· | |
ὑπῆρχε δ᾽ οὗτος ἡδὺς, εὐθὺς, χαρίεις, | |
φίλος τε πιστὸς διπλόης πάσης ἆτερ, | |
ὃν οὐ κρατὴρ ἔδειξε, καιρῶν δὲ ζάλη, | |
καθὼς ἐγνωμάτευσε θεῖός τις πάλαι· | |
οὗ πειραθεὶς ἔγνωκα καρδίας πλάτος, | |
γνώμης ἀγαθῆς, ἱλαρᾶς ἐλευθέρας· | |
ὃς δὴ μετελθὼν πρὸς τρίβους αἰωνίους, | |
ἔλιπε φίλοις ἀφόρητον τὴν λύπην, | |
βάλλουσιν εἰς νοῦν τὴν στέρησιν τοῦ φίλου. | |
Οἱ χρώμενοι γοῦν τῇ παρούσῃ πυκτίδι | |
εὔχεσθε τούτῳ λύσιν ἀγνοημάτων, | |
κλήρου τε τυχεῖν πρὸς Θεοῦ τῶν πραέων. |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Tag(s) | |
Bibliography | |
Number of verses | 25 |
Occurrence(s) |
[18590] χιλιάσιν ἓξ τοῦ κυκλουμ(έν)ου ἔτους
[1317]
ATHOS - Mone Megistes Lauras Α 99 (Eustratiades 99) [1317] (f. 261r-261v) (25 verses) |
Identification | Vassis ICB 2005, 859: "Librarii subscr." |
Permalink | https://dbbe.ugent.be/types/2903 |
Last modified: 2019-05-21.