Type 2894
(formerly typ/993)
Τοὺς ὧδε λαμπροὺς καὶ σοφοὺς λόγους φίλοι | |
ἀνδρῶν μεγάλων ἐν σοφίᾳ καὶ λόγοις | |
τρανῶς λεγόντων τὴν κένωσιν τοῦ Λόγου | |
τὴν κοσμοσωτήριον αὐτοῦ σοφίαν | |
καὶ ἁγίων βίους τε διηγουμένων, | |
ἄθλα τε καὶ σκάμματα θείων μαρτύρων | |
καὶ πατέρων κόπους τε τοὺς ὑπὲρ λόγον, | |
μὴ κειμένους τούτους δὲ εὑρὼν ἐν βίβλοις, | |
ἀλλὰ σποράδην καὶ χίδην ἐρριμμένους | |
συνάξας αὐτὸς ἐν μιᾷ ταύτῃ βίβλῳ | |
δῶρον προσῆξα τῇ Θεοῦ Ἐκκλησίᾳ | |
ἐξ ὧν χάριν λόγου τε καὶ θαυμασίων | |
Θεοῦ τρυφῶντες τῶν διὰ τῶν ἁγίων | |
αἰτεῖσθε συγχώρησιν ἀμπλακημάτων | |
ἐμῶν ὑπερβαίνοντα πᾶσαν κακίαν | |
τὸν τοῖς βροτοῖς νέμοντα λύσιν πταισμάτων· | |
ναὶ ναὶ δυσωπῶ Μανασσῆς τούτου χάριν | |
οἰκτρός, ταπεινός, εὐτελής, ρακενδύτης |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Tag(s) | |
Bibliography | |
Number of verses | 18 |
Occurrence(s) |
[18584] Τοὺς ὧδε λαμπροὺς καὶ σοφοὺς λόγους φίλοι
[1303]
ATHOS - Mone Megistes Lauras Γ 99 (Eustratiades 339) [1303] (f. 2r) (18 verses) |
Identification | Vassis ICB 2005, 797: "Librarii subscr." |
Permalink | https://dbbe.ugent.be/types/2894 |
Last modified: 2019-05-21.