Type 2831
(formerly typ/931)

Πόθος πόθων εἷλκὲ με πρὸ πόθων πόθος,
ἵνα τέλος δέξηται ὁ παρὼν πίναξ·
πάλιν πόθος τήκει με σφοδρὸς καὶ μέγας,
ἵνα τὴν πατρίδα μου ταχέως ἴδω,
καί τῆς γεννησάσης με εὐχὰς λαμβάνω.
Ὥσπερ πληροφορημένος ἐδέξω τάδε
οὕτω τὴν πατρίδα σου ταχέως ἴδοις.
Ἔχων χεῖρας αἵματος πλήρεις, μεμολυσμένας
οἴμοι ὁ πανάθλιος ἐγὼ ὁ τάλας·
πῶς γὰρ νῦν ἐτόλμησα γράφειν τὴν δέλτον ταύτην·
ἔχων χείλη ρυπαρά, ψυχὴν μεμολυσμένην·
ὅλος γὰρ αἰσχρῶς ὑπόκειμαι τοῖς πάθεσιν ὁ τάλας,
πλὴν οὐκ ἀπογνώθει με τῆς πανευσπαχνίας
ἀλλά θερμοῖς τοῖς δάκρυσι, ψυχῇ συντετριμμένῃ
προσέρχομαι παμβασιλεῦ τῇ σῇ φιλανθρωπίᾳ
δέξαι κἀμὲ ὡς τὸν ἄσωτον, δέξαι με ὡς τὸν τελώνην
δέξαι με ὡς τὸν Μανασσῆν τὸν τοῖς εἰδώλοις θυόν(τα).
καὶ Νινευῒ μυριάνθρωπον μὴ θέλης ἀφανίσαι·
καὶ τί με χρὴ μακρολογεῖν, ἥμαρτον πάτερ
ἥμαρτον ὡς οὐδείς ἄλλος ἐν βίῳ·
ἀλλὰ τὰ σπλάγχνα τὰ χρηστὰ Σῶτερ ὑπάνοιξόν μοι
καὶ δός μοι χεῖρα Δέσποτα ὥς ποτε καὶ τῷ Πέτρῳ
ὅπως αἱ βάσεις τῶν ποδῶν λόγε στερεωθῶσιν,
ἵνα ὀρθῶς συνίσταμαι ὀρθῶς καὶ βηματίζω
καὶ ἀνυμνῶ τὸ ἄπειρον τῆς σῆς δημιουργίας
καὶ προσκυνῶ τὸ εὔσπλαχνον τῆς σῆς πανευσπλαχνίας.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Mixture
Tag(s)
Bibliography
Number of verses 26
Occurrence(s) [18508] Πόθος πόθων εἷλκέ με πρὸ πόθων πόθος
ATHOS - Mone Megistes Lauras Α 71 (Eustratiades 71) (f. 158r-158v)
(26 verses)
Identification Vassis ICB 2005, 628: "Librarii subscr."
Permalink https://dbbe.ugent.be/types/2831
Last modified: 2019-05-16.