Type 2802
(formerly typ/898)
Ἡ βίβλος ἥδε τῶν θεοφράστων λόγων | |
κιρνᾶ κρατῆρα τοῖς βροτοῖς θείων λόγων | |
τυφλοὺς σοφίζει καὶ χαρίζεται βλέπειν | |
κόραις νοητῶν ὀμμάτων τῆς καρδίας | |
χωλοὺς ἐγείρει, καὶ δρόμον σωτηρίας | |
τρέχειν διδάσκει καὶ καταλύειν ἄνω | |
οὗ δεῖ μάλιστα προστρέχειν ἐχεφρόνως | |
Ἐπεὶ δὲ ταῦτα προξενεῖ τοῖς ἐν βίῳ | |
πειθώμεθα πρὶν ἡκέναι πικρὸν τέλος | |
χωρίζον ἡμᾶς κοσμικῆς συναυλίας | |
εἰς πῦρ πρόπεμπον, ὢ μεγίστης ζημίας | |
ψυχῆς γὰρ οἴμοι ζημιούμεθα, φίλοι. |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Tag(s) | |
Bibliography | |
Number of verses | 12 |
Occurrence(s) |
|
Identification |
|
Permalink | https://dbbe.ugent.be/types/2802 |
Last modified: 2019-04-09.