| Τὸ μέτρον οὕτω τῶν ἰάμβων μοι μέτρει· |
| καὶ τοὺς πόδας μὲν ἡ μέλισσα δεικνύτω, |
| τῶν συλλαβῶν δὲ τὴν ἀρίθμησιν κύκλον |
| τὸν ζωδιακὸν εἰσορῶν μάνθανέ μοι. |
| μέλλων δὲ μετρεῖν καὶ στίχους πλέκειν, φίλος, |
| ἅπασαν ἐν νῷ τοῦ σκοποῦ τὴν εἰκόνα |
| προσλαμβάνων ἄριστα καὶ στίχους πλέκε. |
| Πρῶτον μὲν οὖν καὶ τρίτον ἢ πέμπτον πόδα |
| ἴαμβος ἢ σπονδεῖος εὐτρεπιζέτω, |
| τὸν δεύτερον δὲ καὶ τέταρτον ἀξίως |
| ἴαμβον ἁπλοῦν εἰσφέρων ἀπαρτίσεις, |
| ἕκτος δ’ ἰάμβου τέρπεται κόσμον φέρων |
| καὶ πυρριχίῳ τὴν κάραν ὑψοῦ φέρει. |
| Ἔστωσαν οὖν σοι πυρρίχιος μὲν λόγος, |
| σπονδεῖος Ἄτλας ἐκ μακρῶν χρόνων δύο, |
| Λάχης δ’ ἴαμβος καὶ λέβης αὖ καὶ Θέων |
| Ἰδοὺ τὸ πᾶν εἴληφας ἐν βραχεῖ μέτρῳ. |