Type 2438
(formerly typ/508)
Εἴληφε τέρμα βίβλος ἡγλαϊσμένη | |
Χριστοῦ φέρουσα τοὺς θεοφθόγγους λόγους. | |
Ἔγραψε ταύτην Νικόλαος ἐν πόθῳ. | |
Ἐν ἐπισκόποις ἀρχιερεὺς ὑπάρχων | |
γαίας Καλαβρίτιδος, Ῥηγίου πόλις | |
καὶ Σικελίας Θρηνακρίτιδος χώρας, | |
θησαυρὸν ἀυτὴν ὥσπερ ἄφθαρτον μέγα | |
ἔχειν θελήσας παντὸς ἐυκλεεστέραν | |
χρυσοῦ σμαράγδου τʹ ἀργύρου τε πορφύρας | |
καὶ μαργάρων τε τῶν σελασφορων λίαν | |
ὕλης τε πάσης φιλτάτης ψευδολόγω. | |
Τὰ φθαρτὰ γὰρ πέφυκε τέρπειν ἀφρόνων | |
κτηνῶν δίκην αἴσθησιν, οἱ Χριστοῦ λόγοι | |
τέρπουσιν, φωτίζουσιν ἐμφρόνων νόας | |
καὶ προξενοῦσι τῶν μελλόντων τὸ κλέος. |
Last modified: 2017-09-21.