Type 2344
(formerly typ/411)

Ἡ βίβλος αὕτη τοῦ κρατίστου δεσπότου
θείων πέφυκεν ὁπλοθήκη δογμάτων,
παντευχίαν φέρουσα καὶ πανοπλίαν
ἄρρηκτον, ἀκράδαντον, ἀδαμαντίνην·
τοῦ γὰρ δυνατοῦ τὰ τεθηγμένα βέλη,
ἃ πηγνύουσιν οἱ στρατηγοὶ τοῦ λόγου
τῶν τοῦ κρατοῦντος δυσμενῶν ἐν καρδίᾳ,
ἐνταῦθα κεῖνται πάντα συνειλεγμένα
τῷ συγκροτησμῷ τοῦ σοφοῦ προμηθέος,
Ἀλεξίου γῆς Αὐσόνων βασιλέως
θεόφρονος, μέδοντος, εὐσεβεστάτου,
ὃν ἡ πρόνοια τοῦ φιλανθρώπου λόγου
ἐν ἐσχατιᾷ τῶν χρόνων τῶν δυσκόλων
καὶ τῶν ἀναγκῶν τῶνδε τῶν πολυπλόκων
ἤνεγκεν εὐτύχημα Ῥωμαίοις μέγα,
στρατηγὸν εὐμήχανον, ἠκριβωμένον,
ἀρχηγὸν εὐδόκιμον, ἐξῃρημένον
καὶ πρὸ κράτους τείχισμα καὶ μετὰ κράτος,
πύργωμα, κραταίωμα τῆς σκηπτουχίας,
οὗ τὰ κατορθώματα πολλὰ καὶ ξένα
καὶ τὰ τρόπαια τὰ κατ’ ἐχθρῶν μυρία·
σφραγὶς δὲ πάντων καὶ κορωνὶς αἰσία
ἡ δογματικὴ τυγχάνει πανοπλία
τῆς ὀρθοδόξου πίστεως ἡ στερρότης.
ἡ συλλογὴ γὰρ τῶν θεοπνεύστων λόγων
γνώρισμα λαμπρὸν εὐσεβοῦς βασιλέως.
ὁ συρραγῆναι τοῖς ἐναντίοις θέλων
καὶ πρὸς λογικὴν συμβάλειν αὐτοῖς μάχην,
τούτοις κατ’ αὐτῶν εὖ τεθωρακισμένος
τοῖς μηχανικοῖς ἀπτοήτως ἐξίτω.
Text source DBBE
Text status Text completely known
Editorial status Not a critical text
Genre(s)
Metre(s) Dodecasyllable
Subject(s) Alexios I Komnenos (1048 - 15/08/1118) - PBW: Alexios/1/
Tag(s)
Bibliography
Number of verses 30
Occurrence(s)
Related type(s)
Identification Vassis ICB 2005, 293: "Euthym. Zigabenus, Ad Alexium I Comn. imp. de panoplia dogmatica"
Permalink https://dbbe.ugent.be/types/2344
Last modified: 2019-11-28.