Type 2322
(formerly typ/379)

Χάρις μακρά σοι τῶν μακρῶν πόνων χάρις,
Ἰωάννη, τὸ θαῦμα τῶν χρονογράφων·
ἱδρῶσι καὶ γὰρ συγκομίσας τοὺς λόγους
ἀνήροτόν μοι γνωστικὴν τροφὴν δίδως
καὶ τὸν μελίσσης ἀνθολεκτήσας τρόπον,
ἐμοὶ γεωργεῖς τὸ γλυκύθυμον μέλι·
ἔμαθον ἐκ σῆς συγγραφῆς ἐπιτρόχου
τὴν ὀκτάτευχον βίβλον Ἑβραίων γένους
καὶ τετράτευχον βασιλειῶν πυξίον
τῶν παραλειφθέντων τε πάλιν πυκτίδα,
Ἐσθήρ, Ἰουδήθ, τὸν Τωβὴτ καὶ τὸν Ἔζραν,
ἀρχαιόλεκτα τῆς Ἰωσήπου βίβλου,
κράτος Βαβυλώνιον ἀρθὲν εἰς μέγα,
θράσος πάροινον τοῦ Ναυουχοδονόσορ,
Περσικὸν αὖθις ὑπερακμάσαν ξίφος,
Κύρους, Ξέρξας τε Καμβύσας Περσοκράτας
Μακεδόνων τε τὴν ὑπέρβιον χέρα,
Ἀλέξανδρον, τὸ θαῦμα τῆς μοναρχίας
καὶ τὸν μερισμὸν τοῦ κράτους Ἀλεξάνδρου
καὶ τὴν Λατίνων τετράτην αὐταρχίαν
καὶ Ῥωμαϊκὴν ποικίλην στρατηγίαν.
ἀλλὰ πιών σου τοῦ μέλιτος τῶν λόγων
διψῶ τὸν ἑξῆς ἐκπιεῖν ὅλον ῥόα·
βασιλέας ζητῶ γὰρ Αὐσόνων νέων,
Κωνσταντῖνον τὸν πάνυ τοὺς ἐν ὑστέρῳ.
ἡ βίβλος οὖν ὡς ἄγγος ἐστενωμένον
ἔστεξεν οὐ πᾶν ἔνδον ἄπλετον χύμα
καὶ ζημιοῖ με τὸν λόγοις διψαλέον·
ποῦ ποῦ τὸ λεῖπον τῆς μελιρροίας λάβω;
Text source DBBE
Text status Text completely known
Editorial status Not a critical text
Genre(s)
Metre(s) Dodecasyllable
Subject(s) John Zonaras (11th c. - 12th c.) - PBW: Ioannes/6007/ (monachos, protasekretis)
Tag(s)
Bibliography
Number of verses 29
Occurrence(s) [17771] χάρις μακρά σοι τῶν μακρ(ῶν) πόν(ων) χάρ(ις) [13th c.]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 136 [13th c.] (f. 101v)
(29 verses)
Acknowledgements
Creator(s)
Permalink https://dbbe.ugent.be/types/2322
Last modified: 2021-12-12.