Type 2234
(formerly typ/286)

Ἡδὺ μέν ἐστι τοῖς ξένοις τὰ ἐν οἴκῳ·
ἐμοὶ δὲ ἡδύτερον τῷ γεγραφότι·
καὶ πληρώσαντι τὴν θείαν ταύτην δέλτον·
ἐξ ἐπιτροπῆς τοῦ θείου παντευγενοῦς·
κυροῦ Λέοντος τοῦ τῶν ἀρχόντων κλέους·
τοῦ πανευσεβοῦς καὶ θεοφιλεστάτου·
χριστομιμήτου καὶ πανευσυμποθήτου·
διψῶν γὰρ αὐτὸς χρυσορείθρων ναμάτων·
τῆς ὑπερτίμου καὶ θεοφθόγγου γλώττης·
τοῦ σοφωτάτου τῶν σοφῶν διδασκάλου·
Γρηγορίου λέγω δὴ τοῦ Θεολόγου·
δέδωκεν ἐμοὶ τῷ οἰκτρῷ Γεωργίῳ·
τῷ ἀναγνώστῃ καὶ ἑαυτοῦ τε δούλῳ·
ἅπασαν τὴν ἔξοδον τῶν τε χαρτίων·
μετὰ τοῦ γραψιμάτου καὶ τοῦ μελάνου·
ἐγώ δε πεπλήρωκα τὴν δέλτον ταύτην·
μηνὶ μαΐῳ ἰνδικτιώνης ἕκτης·
τοῦ ἔτους ἑξὰς ἑξάχι καὶ πεντήντα·
συναριθμούσης καὶ τῆς λοιπῆς δυάδος.
Δεῦρο δὴ λοιπὸν κορωνὶς τῶν ἀρχόντων·
σὺν ἅμα ἐμοὶ τῷ οἰκτρῷ· (...)
Text source F. Euangelatou-Notara, 1982, Σημειώματα ἑλληνικῶν κωδίκων ὡς πηγὴ διὰ τὴν ἔρευναν τοῦ οἰκονομικοῦ καὶ κοινωνικοῦ βίου τοῦ Βυζαντίου ἀπὸ τοῦ 9ου αἰῶνος μέχρι τοῦ ἔτους 1204, Athens: 202
Text status Text completely known
Editorial status Not a critical text
Genre(s)
Metre(s) Dodecasyllable
Subject(s)
Tag(s)
Critical Notes ἀναγνώστῃ] ἀναγνώστει MS.
Comment The last part of the epigram is not preserved.

Text source Evangelatou-Notara (1982: 202) modified by DBBE.
Bibliography
Number of verses 21
Occurrence(s) [17665] ἡδὺ μέν ἐστι τοῖς ξένοις τὰ ἐν οἴκω
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Palat. gr. 24 (f. 298v)
(21 verses)
Acknowledgements
Contributor(s)
Identification Vassis ICB 2005, 300: "Librarii subscr."
Permalink https://dbbe.ugent.be/types/2234
Last modified: 2021-12-01.