Type 2229
(formerly typ/282)
τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις | |
Ϊωάννην δή φημι τὸ χρυσοῦν στόμα | |
τὸν ὡς ἀληθῶς εὐγενῆ χρυσοστόμον | |
τὸν πνεύματος δοχεῖον ὄντα κυρίου | |
ἐν ὧ τέθεικεν ὡσ θεὸς καὶ δεσπότης | |
θησαυροπλουτόχρηστον ἐσθλοφωνίαν | |
καὶ πανσοφοπρόγνωστον εὐθυφθογγίαν | |
καὶ χρυσομαργάροπτον ἀστροφεγγίαν | |
Ἰωάννην τὸν ὄντα κυρίου μέγα | |
οἴκημα φαιδρὸν χριστὸν εἰσδεδεγμένον | |
ἐν ὧ προλάμψαν φωτοειδεῖ λαμπάδι | |
τὸ τρισσολαμπὲσ καὶ μονάρχιον κράτος | |
ὅλον κατήστραψεν τε καὶ κατηύγασεν | |
Ἰωάννην τὸν ὄντα τοῖς θείοις λόγοις | |
ἑωσφόρου φαίνοντος ἄστρου βελτίῳ | |
τοῖς δόγμασι στίλβοντα τοῖς ὠρθωμένοις | |
ἐν οὐρανῶ λάμποντος ἡλίου πλέον | |
καὶ τῆς σελήνης καὶ φάους τῶν ἀστέρων | |
οὗτοι γὰρ ὄντως τὰς ζοφώδεις αἰτίας | |
νυκτὸς σοβοῦσι καὶ φύσιν λαμπηδόνος | |
νέμουσι πᾶσιν τοῖς βροτοῖς ἀεννάως | |
τὸ δ᾽αὖ γε χρυσοῦν τοῡ Ἰωάννου στόμα | |
νυκτὸς διώκει τῆς πλάνης παρουσίαν | |
καὶ τῆς ἀληθοῦς οὐσίας τὴν ἡμέραν | |
ἄπασι πιστοῖς εἰσάγει θεοφρόνως | |
Τοῦτον ποθήσας ἀτρεκεστάτωι πόθῳ | |
ὀ Λαοδικεὺς τοὔνομα Σισίννιος | |
ὁ χρυσὸς ὄντως τῷ βίῳ καί τῷ τρόπῳ | |
ἀρχιεράρχης καὶ σοφὸς θυηπόλος | |
Σισίννιον δή φημι τὸν θεοῦ φίλον | |
χριστοῦ δὲ λάτριν εὐγενῆ καὶ γνήσιον | |
καί τοῦ θεαυγοῦς πνεύματος κειμήλιον | |
τὸν νῦν φανέντα Σαμουὴλ ἄλλον νέον | |
καί γὰρ καθ᾽ ὡς ἐκεῖνος ἐκ βρέφους πάλαι | |
θεοῦ τέθειται τῷ νεῷ τοῦ προσμένειν | |
ὑπηρετεῖν τε καὶ διευθετεῖν ἄμα | |
ἔπειτα δ᾽ὤφθη καὶ προφήτης κυρίου | |
κριτής τε παντὸς Ἰσραὴλ καὶ δεσπότης | |
οὕτως πέφυκεν οὗτοσ ἐν τῇ συγκρίσει | |
πάλαι δοθεὶς γὰρ ἐκ σοφῶν γεννητόρων | |
εἰς εὐλάβειαν καὶ βίον βίου δίχα | |
ὐπηρετεῖ τὸ πρὶν μὲν ἐν προθυμία | |
ὀρῶν θεὸς δὲ τοῦτον ἐκλογῆς γένος | |
σκεῦός τε σεπτὸν ἐντολῶν θεηγόρων | |
ῥήγνυσι δεσμὰ δουλικῆς ὑπουργίας | |
καί δεσπότην τίθησι Λαοδικέων | |
οἶδεν γὰρ οἶδεν ἡ θεοῦ προμηθία | |
νέμειν δικαίωσ πᾶσι τὰ πρὸς ἀξίαν | |
Σισίννιον λέγοιμι τὸν φαεσφόρον | |
σοφὸν συνειδὸς εὐπρεπῶς κεκτημένον | |
καὶ τῶν ἀληθῶν ἐντολῶν ὑπηρέτην | |
τοῦ παντάνακτος καὶ θεοῦ καὶ δεσπότου | |
Σισίννιον φράζοιμι τὸ κλεινὸν κλέος | |
φοίνιξ καθ᾽ ὥσπερ ὅστις ὤφθη κάρπιμος | |
ὡραιοτερπὴς ἄνθεσιν καρπῶν βρίθων | |
ὑπὲρ μέλι γλυκάζον ἐκφέρων βότρυν | |
ἅπαντας εὐφραίνοντα τῷ συνειδότι | |
ὃς τὴν ἐλαίαν εἰκονίζει τὴν πάλαι | |
τὴν τῷ προφήτηι Δαυὶδ ἐκλελεγμένην | |
καρποὺς γέμουσαν εἰς τὸν οἶκον κυρίου | |
ῥίζαν φέρουσαν εὐσθενῆ καὶ τοὺς κλάδους | |
ἀειθαλεῖς ἔχουσαν εὐερνεστάτους | |
Οὗτος γὰρ οὗτος ὁ κλυτὸς Σισίννιος | |
τῶν ποιμένων τὸ κάλλος ἱεραρχίας | |
ὡς ὢν ἐραστὴς χρυσέων ἐπῶν τάχα | |
κατ᾽ ἐκλογὴν προῆλθε τῶν χρυσῶν λόγων | |
ἐν συγκρίσει δὲ χρυσέων χρυσοῦς λόγους | |
ἀριθμὸν εὗρεν ἑξήκοντα καὶ δύο | |
τεύξας δὲ τήνδε τὴν βίβλον πολλῷ πόθῳ | |
πίστει τε λαμπρᾷ καὶ φερεσβιωτάτῃ | |
τέθεικε τούτους ἐν γραφῇ πολυστίχῳ | |
εἰς ὠφέλειαν Χριστιανῶν τοῦ γένους | |
ἀντλοῦντεσ ὡς ἂν ἐκ ποταμῶν χρυσίον | |
τῶν χρυσορείθρων ἐκ νοὸς χρυσορρόαι | |
κάλλη τὰ τερπνὰ τῶν ἀληθῶν δογμάτων | |
πλουτῶσιν ἀεὶ τῶν θεοπνεύστων λόγων | |
ἄνθη γέμοντα καρπὸν εὐλογημένον | |
ζωὴν διδόντα τὴν ἔχουσαν μή τέλος | |
Ἀλλ᾽ ὃς προκύπτει τῇδε τῇ βίβλῳ φίλοι | |
ἀντλεῖν τὰ θεῖα τῶν νοημάτων βάθη | |
πλούτου νοητοῦ μηδαμῶς κενουμένου | |
τῆς ὠφελείας καὶ πόνου μισθῶν ὕπερ | |
ἀνδρὸς δικαίου τοῦ πόθῳ κεκτημένου | |
ποίησον εὐχὴν ἐκτενῆ καὶ πλουσίαν | |
καὶ σὺν πόθω βόησον εὐσεβοφρόνως | |
Ὦ Χριστὲ φωτὸς καὶ θεοῦ πατρὸσ λόγε | |
ὁ τὴν βροτείαν οὑσίαν ῥύπου δίχα | |
τῇ σῇ συνάψας πανσόφως ὐποστάσει | |
τῇ τοῦ πανόλβου πνεύματος παρουσίαι | |
τῷ τήνδε βίβλον ἐν πόθῳ τετευχότι | |
δίδου τὰ τερπνὰ τῶν ἄνω χαρισμάτων | |
πλοῦτόν τε θεῖον τοῦ γεώδους βελτίω | |
μισθὸν δὲ μισθοῦ παντὸσ ἀξιώτερον | |
ὑπὲρ πόνων τε καὶ κόπων Σισιννίῳ | |
τῷ τὸν θρόνον κρατοῦντι Λαοδικέων | |
ἀνδρὶ προσηνεῖ καὶ σεβασμιωτάτῳ | |
καὶ πᾶσαν ἄλλην ἀρετὴν κεκτημένῳ | |
σὺν τῇ ταπεινότητι τῇ μεγιστάτῃ | |
καὶ σῷ πέλοντι γνησιωτάτῳ λάτρι | |
λιταῖς ἀχράντοις τῆς θεητόκου κόρης | |
τῆς πανταννάσσης καὶ πανάγνου παρθένου | |
καὶ τῶν ἁπάντων ἁγίων αἰωνίως |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Patron-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | |
Translation(s) |
Partial translation (vv. 34-46): For just as Samuel had been dedicated from childhood to the temple of God to attend to it, to serve and administer it, and was then made a prophet of the Lord, a judge over the whole of Israel and a leader, so too (if one compares the two) is he: his wise parents having given him long ago to works of piety and a life without life [i.e. a life not of this world], he readily served at first, but when God saw that he was one of His elect and a venerable vessel of His divine commandments, He broke the bonds of servitude and made him the leader of the people of Laodikeia.
|
Comment | Lauxtermann (2003: 137, 356): 'dedicated to Sisinnios of Laodikeia (c. 870-880)'. |
Bibliography | |
Number of verses | 102 |
Occurrence(s) |
[17660] τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις·
[876-900]
BASEL - Universitetsbibliotek B.II.15 [876-900] (f. 1r-2r) (102 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 784: "In Sisinnium ep. Laodicensem de egloca homiliarum Ioann. Chrysostomi" |
Permalink | https://dbbe.ugent.be/types/2229 |
Last modified: 2020-11-19.