Type 2202
(formerly typ/249)

Ἡ χεὶρ μέν ἡ γράψασα τήνδε τὴν δέλτον
τάφῳ ζοφώδη καὶ πνιγηρῷ πυθμένει
μυδῶσα κεῖται βρῶμα σκωλήκων, ξένε
ὡς χοῦς δυσαχθεὶς τεφρα, σατρία, κόνις
ἰχῶρσι καὶ μώλωψι καὶ σηψὶ βρύων
ἀηδίαν δύσοσμον πνέουσ᾽ ὁ ++++
ἀλλ᾽ οἱ καθαρῶς ἐντρυφῶντες τοῖς λόγοις
οὓς καρδίας ἔρωτι καί προθυμία
γέγραφα θερμῶς τῇ παρούσῃ πύκτιδι
βίους ἁγίων ὁσίων καὶ μαρτύρων
ἀνδρῶν ἀρίστων καί γυναικῶν μακάρων
οὓς ἐντυχόντες οἱ θερμοί τῇ καρδίᾳ
μέμνησθε καί μοι τῷ γεγραφότι ξένῳ
ῥικνῷ Ἰωσὴφ Τενέδου θνηπόλῳ
Ἐν ἔτεσι γέγραπται χιλιοντάδος
διπλῆς τριάδος, σὺν τετραπλῆ δυάδι
τετράδι δεκάδος ἐφ᾽ ἅπαξ ἑβδόμης
ἧς ἡ ἐπινέμησις εἶχεν ἑβδόμη
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Tag(s) Completion of the book
Bibliography
Number of verses 18
Occurrence(s) [18317] Ἡ χεὶρ μέν ἡ γράψασα τῆδε τήν δέλτον [1339]
ATHENS - Ethnike Bibliotheke tes Hellados 2105 [1339] (f. 402r)
(18 verses)
Permalink https://dbbe.ugent.be/types/2202
Last modified: 2020-04-28.