Occurrence 26239
(formerly occ/10294)

Τοῦ ἁγίου διονυσίου ὕμνος θεῖο(ς). διὰ στίχ(ων) ἡρωικ(ῶν) :-
 
Ὦ πάντ(ων) ἐπέκεινα τί γὰρ θέμ(ις) ἄλλο σε μέλπειν :-
Πῶς λόγο(ς) ὑμνῆσει σε· σὺ γὰρ λόγω οὐδενὶ ῥητός :-
Μοῦνο(ς) ἐὼν ἄφραστο(ς) ἐπεὶ τέκες ὅσσα λαλεῖται :-
Πῶς νόος ἀθρήσει σε· σὺ γὰρ νόω οὐδενί ληπτός :- ||
Μοῦνος ἐὼν ἄγνωστος· ἐπεὶ τέκες ὅσσα νοεῖται :-
Πάντα σε κ(αὶ) λαλέοντα κ(αὶ) οὐ λαλέοντα λιγαίνει :-
Πάντά σε κ(αὶ) νοέοντα κ(αὶ) οὐ νοέοντα γεραίρει :-
Ξυνοὶ γάρ τε πόθοι· ξυναὶ δ᾿ὠδῖναις ἁπάντων :-
Ἀμφὶ σὲ· σοὶ τὰ πάντα προσεύχεται εἰς σὲ (δὲ) πάντα ·
Σύνθεμα σ(ὸν) νοέοντα λαλεῖ σιγώμενον ὕμνον :-
Σοὶ ἔνι πάντα μένει· σεῦ θ᾿ἀθρόα πάντα θοάζει :-
Καὶ πάντων τέλος ἐσσί· κ(αὶ) εἷς κ(αὶ) πάντα ὑπάρχεις :-
Οὐχ ἑν εὼν· οὐ πάντα· πολύλλογε πῶς σε καλέσσω :-
Τὸν μόνον ἀκλήιστον· ὑπερφανέας δὲ καλύπτρας,
Τίς νόος οὐρανίδης εἰσδύσσεται· ἵλαος εἴης :-
Ὢ πάντων ἐπέκεινα τί γὰρ θέμ(ις) ἄλλο σε μέλπ(ειν) :-
Type(s) [7032] Ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν (16 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 13th-14th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Palat. gr. 39 [13th-14th c.]
Place in Manuscript f. 138v-139r
Palaeographical information The title is written in red ink.
Contextual information The poem follows after the work 'De Divinis Nominibus' by Ps.-Dionysius the Areopagite.
Metre(s) Dactylic hexameter
Genre(s) Text-related epigram
Subject(s) Pseudo-Dionysios the Areopagite (5th c. - 6th c.)
Image source(s)
Bibliography
Number of verses 16
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Contributor(s)
Permalink https://dbbe.ugent.be/occurrences/26239
Last modified: 2021-09-16.