Occurrence 25420
(formerly occ/9449)

Στίχοι ἴαμβοι τοῦ ἐν μοναχοῖς ἐλαχίστου Κοσμᾶ
 
Τριπλῆς δεκάδος τὰς ἀναβάσεις βλέπων
ἅπας μοναχὸς εὑτόνως βαδιζέτω
σπεύδων πρός αὐτὴν βαθμίδα τὴν ἐσχάτην·
τὴν γὰρ κατ᾽ ἀρχὰς ἅπας ὑπερανέβη
κἄν μὴ καλῶς πέφευγε τοὺς Αἰγυπτίους,
ἀλλ᾽ ἐν λογισμῷ τῶν λεβήτων τὰ κρέα
καὶ τὸ σκοτεινὸν ἀμφαγαπᾷ χωρίον·
φύγωμεν οὐκοῦν κοσμικᾶς ἀκοσμίας
ὡς ἂν ἐπάνω τῆς κατ᾽ ἀρχὰς βαθμίδος
στῶμεν ποσὶν ἅπαντες ἠδραιωμένοις·
ἑξῆς δὲ πάλιν τῇ Θεοῦ συνεργίᾳ
καὶ πρὸς τὰς ἄλλας ἀναβῶμεν βαθμίδας
καὶ δὴ φθάσαντες εἴθε καὶ τὴν ἐσχάτην
ἴδοιμεν αὐτὴν τὴν χάραν τοῦ Κυρίου·
εἰδ᾽ αὖ ραθύμως ἀναβῶμεν τὴν κάτω
οὑ μὴ φθάσωμεν τὴν βάσιν τῆς δευτέρας.
λοιπὸν ριφέντες τῆς Κλίμακος ἀθλίως
ἀχθῶμεν οἴμοι πρὸς βασάνου τὸν τόπον·
φωνὴν ἀκουστὴν πρὸς Θεοῦ λαβὼν πάτερ
καὶ φῶς ὑπεισδὺς μυστικῶν αὐγασμάτων
σκότος στυγερὸν τῶν παθῶν συνεξέλεις
πολλὰς ἀφορμὰς σωστικὰς ὡδὶ γράφων.
Type(s) [3107] Τριπλῆς δεκάδος τὰς ἀναβάσεις βλέπων (18 verses)
Text source S. Eustratiades 1917, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 1, 49-771: 157-158
Text status Text completely known
Date 14th c.
Manuscript ATHOS - Mone Megistes Lauras Γ 45 (Eustratiades 285) [14th c.]
Place in Manuscript f. 326r
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Number of verses 18
Related occurrence(s)
Acknowledgements
Creator(s)
Contributor(s)
Permalink https://dbbe.ugent.be/occurrences/25420
Last modified: 2019-05-20.