Occurrence 24861
(formerly occ/8853)
δημιουργ(ὸς) τῶν ὅλων θ(εο)ῦ λόγος· | |
ὁ (καὶ) καταρχὰς ἐκ τῆς ἐκ ῥοώδους οὐσίας· | |
(καὶ) θειοειδοῦς σου κατ' εἰκόν(α) πνοῆς· | |
ζώ(ον) διπλοῦν δείξας με καὶ νοσυνθέτ(ως)· | |
καί μοι παρασχ(ὼν) τ(οῦ) λόγ(ου) χρήμα ξέν(ον)· | |
δι οὗ συνέστι τεχνικὸ(ς) πᾶς τις λόγος· | |
Ἡ τ(ῶν) λόγ(ων) μάθησ(ις) εὐστοχοτάτη· | |
τὰ νῦν βαλόντ(α) τ(ὴν) χεῖρα πρὸ(ς) τὸ γράφ(ειν)· | |
σχέδη καθὼς ἔταξαν εἰς ἐμπειρίαν· | |
οἱ τοῦ διδάσκειν ἐντριβεῖς πεφηνότος· | |
χεῖρα προτείναι συνδρομ(ῆς) ἐν τ(οῖς) λόγοις· | |
ὡς ὰν προθύμως νουνεχ(ῶς) (καὶ) συντόνως· | |
ἐγκαρτερίσ(ας) τ(οῖς) πόνοις τ(οῦ) μανθάνειν· | |
οὓς πικρορίζους· εἶπε τίς σοφὸ(ς) πάλαι· | |
καρποὺς τρυγήσω τοὺς γλυκεῖς ὑπερβ(ά)λ(λων) (?)· | |
ὧν οὐκ ἔστιν ἄλλο τοιοῦτον μ(έ)γ(α)· | |
ὧν ἡ φύσις δέδωκε τ(ῶν) βροτ(ῶν) γένει. |
Last modified: 2019-09-04.