Occurrence 24525
(formerly occ/8486)

+ εμμέτρως ὑπόθεσις τοῦ προγεγραμμένου δράματ(ος) | ἡτοι τοῦ ἐπι κολω(νω) οἰδίπου:-
 
Ἤλυθεν ἐκ θήβης ἀλαὸν πόδα βακτρεύουσα
πατρὸς ὁμοῦ μητρὸς τλήμονος ἀντιγόνη
ἐς χθόνα κεκροπίης καὶ τὰς δήμητρος ἀρούρας
σεμνῶν δ’ ἱδρύθη σηκὸν ἐς ἀθανάτων·
ὡς δὲ κρέων θήβηθεν ἔχων εἰσῆλθεν ἀπειλὰς.
θησεὺς ταῖς ὁσίαις ῥύσατο χερσὶ βίαι·
φοιβείων παρέχειν χρησμῶν φάτιν εἶπεν ἀληθῆ
ἔνθεν ἄρ’ ὁ πρέσβυς τόνδε κρατεῖν πόλεμος·
ἀργόθεν ἦλθε θέων ἱκέτης κρατερὸς πολυνεί(κης)
τῶ δὲ πατὴρ στυγερὰς ἐξαπέλασσεν ἀράς
μοῖραι γὰρ δυσάλυκτοι ἐφιππείοιο κολωνοῦ
ἤγαγον ἀνδραπόδων πνεῦμα πολυχρόνιον·
ὡσει· ἦν αἰγείδης ἔφορος λογίων ἑκάτοιο.
σεισμοῖς καὶ βρονταῖς ἦν ἀφανὴς ὁ γέρων:+
Type(s) [6385] Ἤλυθεν ἐκ Θήβης ἀλαὸν πόδα βακτρεύουσα (14 verses)
Text source DBBE
Text status Text completely known
Date 10th c.
Manuscript FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 32, Cod. 9 [10th c.]
Place in Manuscript f. 118r
Palaeographical information Title written in Auszeichnungsmajuskel.
Contextual information The epigram precedes the Oedipus at Colonus.
Metre(s) Elegiacs
Genre(s) Text-related epigram
Subject(s)
Image source(s) http://teca.bmlonline.it/ImageViewer/servlet/ImageViewer?idr=TECA0000621320&keyworks=plut.32.09#page/243/mode/1up
Number of verses 14
Acknowledgements
Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/24525
Last modified: 2020-08-27.