Occurrence 24071
(formerly occ/8032)
ἤν τίς ποταμὸ(ς) τῶ κροίσω χρυσορρόας | |
θησαυρὸ(ς) ἁβρὸ(ς) κ(αὶ) χορηγὸς χρυσίου | |
ψυχὴν ἀπολλὺς τὴν φιλόχρυσον φύσει :- | |
ἄλλος ποταμὸ(ς) οὗτο(ς) ὁ χρυσορρόας | |
λόγους ῥέων λάμποντ(ας) ὑπὲρ χρυσίον | |
ψυχὰς τὲ ῥωννὺς τὰς φιλοχρίστ(ους), πλέ(ον) :- | |
εἰ μὲν θέλ(εις) ἄνθρωπε πλίνθους χρυσίνους | |
ζηλῶν ἐκείνου τὴν φιλόχρυσον φρένα, | |
τῶ λιδικῶ πρόσελθε καὶ χρυσὸν λάβης :- | |
εἰ ψυχικόν δε ῥύπον ἐκπλύναι θέλεις | |
θηλῶν μάλιστα τ(ὰς) φιλοχρίστους φρέν(ας), | |
τούτω προσελθὼν ἀρύου χρυσοῦς λόγ(ους) :~ | |
τοιοῦτο(ς) ἐστὶν οὗτο(ς) ὁ χρυσορρόας +++ |
Last modified: 2019-11-27.