| Στίχοι | |
| Ὁ ζῶν ἀνέστη· ξένιον τοῦτο ξένον | |
| τὸ σαρκὶ θνητῇ συγκραθῆναι τὸν Λόγον. | |
| τὰ δ’ ἄλλα πάντα συντρέχει παραυτίκα· | |
| νεκροὶ τρέχουσιν οἱ πάλαι σεσηπότες, | |
| χαλκαὶ πύλαι πίπτουσι συντεθλασμέναι· | |
| παγὶς συνετρίβη γὰρ ἡ τοῦ θανάτου | |
| καὶ πάντες ἐρρύσθημεν ἐκ τῶν μνημάτων. | |
| Ποῦ σου τὸ νῖκος καὶ τὸ κέντρον, ὦ δράκων; | |
| ποῦ σου τὰ κλεῖθρα καὶ σιδήριοι πύλαι; | |
| ἀπηνθρακώθης προσβαλὼν τῷ δεσπότῃ. |
Last modified: 2023-01-10.
