| Στίχοι τῆς μεγάλης παρασκευῆς | |
| Σταυρῷ βλέπων σε τὸν Θεὸν καὶ δεσπότην | |
| δέδοικα φρίττων καὶ πτοοῦμαι καὶ τρέμω. | |
| ὃς οὐρανοὺς ἔτεινας, ἥπλωσας χθόνα, | |
| πῶς χεῖρας ἐξήπλωσας ἐν σταυροῦ ξύλῳ, | |
| ἥλων δὲ πῶς ἤνεγκας ἀλγεινοὺς πόνους, | |
| πλευρὰν ἐνύγης, ᾑμάτωσας τοὺς πόδας; | |
| ἃ μὴ φέρουσα σείεται χθὼν αὐτίκα, | |
| σκοτίζεται δὲ λαμπρὸν ἡλίου σέλας, | |
| καταπέτασμα σχίζεται θείου δόμου, | |
| θραύουσι πέτραι καὶ τρέμει πᾶσα κτίσις. | |
| θρηνεῖ τεκοῦσα καὶ μαθητὴς δακρύοις. |
Last modified: 2023-01-09.
