Occurrence 22348
(formerly occ/6231)
Ἀριστοφάνους ἐπίγραμμα εἰς τὸν Τύραννον Οἰδίπουν | |
Λιπὼν Κόρινθον Οἰδίπους π(ατ)ρ(ὸ)ς νόθος | |
πρὸς τῶν ἁπάντ(ων) λοιδορούμ(εν)ος ξένος, | |
ἦλθεν πυθέσθαι Πυθικῶν θεσπισμάτων, | |
ζητῶν ἑαυτὸν καὶ γένους φυτοσπόρον. | |
Εὑρὼν δὲ τλήμων ἐν στεναῖς ἁμαξιτοῖς | |
ἄκων ἔπεφνε Λάιον γεννήτορα. | |
Σφιγγὸς δὲ δεινῆς θανάσιμον λύσας μέλος, | |
ᾔσχυνε μητρὸς ἀγνοουμένης λέχος. | |
Λοιμὸς δὲ Θήβας εἷλε καὶ νόσος μακρά. | |
Κρέων δὲ πεμφθεὶς Δελφικὴν πρὸς ἑστίαν, | |
ὅπως πύθηται τοῦ κακοῦ παυστήριον, | |
ἤκουσε φωνῆς μαντικῆς θεοῦ πάρα, | |
τὸν Λαΐειον ἐκδικηθῆναι φόνον. | |
Ὅθεν μαθὼν ἑαυτὸν Οἰδίπους τάλας | |
δισσάς τε χερσὶν ἐξανάλωσεν κόρας, | |
αὐτὴ δὲ μήτηρ ἀγχόναις διώλετο. |
Last modified: 2021-12-08.