Occurrence 21927
(formerly occ/5795)

βίβ[.]ος σὺν Θεῷ ἁγίῳ ἡ λεγομένη δογματικὴ πανοπλία
 
Καὶ τοῦτο δεῖγμα τῆς ἀριστοβουλίας
νοὸς Μανουήλ, τοῦ νόων βασιλέως,
Ῥώμης νέας ἄνακτος, ἔρνους πορφύρας,
ὃς πάντα δρᾶν σώζοντα τοὺς ὑπηκόους
θέλων ἀειμέριμνον αὐχεῖ καρδίαν.
Καὶ γὰρ μυριόλεκτος ἐκ πάσης βίβλου
χρῆσις Γραφῶν ἐνταῦθα συγκατεγράφη,
δι᾿ ὧν μαθεῖν ἔξεστιν ἀτρέπτοις λόγοις
τοῦ Πνεύματος μὲν τοῦ Θεοῦ καὶ Κυρίου
τὴν ἐκπόρευσιν ἐκ Θεοῦ Πατρὸς μόνου,
πάντας δ᾿ ἀνορθοῦν τὰς φρένας στρεβλουμένους
πρὸς γνῶσιν ὀρθῶν συνοδικῶν δογμάτων.
Καὶ γὰρ ὁρᾶν ἔξεστι καὶ γεγραμμένον
τοῦτον τὸν ἀσύγκριτον εἰς νοῦν, εἰς σθένος·
ἐνταῦθα μὲν πῶς ἐκ μελιχρῶν χειλέων
τοῖς ἐκ παλαιᾶς προσλαψεῖ Ῥώμης θύταις,
τοῖς δ᾿ ἀρχιθύταις ἀλλαχοῦ καὶ προκρίτοις
τῶν Ἀλαμανῶν συνομιλεῖ πανσόφως,
αὖθις δὲ θύταις, λευίταις, δικασπόλοις
τῶν Σικελιῶν σύνεστιν εἰς ὁμιλίαν,
ἀναμφιλέκτοις συλλογισμοῖς δεικνύων
τὸ Πνεῦμα Πατρὸς ἐκπορεύεσθαι μόνου
ὡς μὴ πρὸς ἀρχὰς ἐκκυλισθῶμεν δύο,
Θεὸν μαθόντες ἐν μοναρχίᾳ σέβειν·
τῶν δ᾿ Ἀρμενικῶν προστάτας θρησκευμάτων,
καινὴν μίαν λέγοντας ἐν Χριστῷ φύσιν,
ἐκ συλλογισμῶν γραφικῶν πείθει λέγειν
διπλὰς ἐν αὐτῷ τὰς φύσεις ἀσυγχίτως,
ψευδεῖς ἐλλέγχει τετραρίθμους αἱρέσεις
ὅτι μόνη θέλησις ἐν Χριστῷ μία,
ὡς ἡ Θεοῦ πέπονθεν ἐν σταυρῷ φύσις,
ὡς σὰρξ φθορᾶς ὕπερθεν, ὡς φαντασία.
Ταύτην τὸ λοιπὸν πᾶς ἀναπτύσσων βίβλον
καὶ καρδίας λάρυγγα καὶ ψυχῆς στόμα
καταγλυκάζων Δαυιτικῶς κρινέτω
τύπον νοητῆς βιβλίου κεφαλίδος
Ἰεζεκιὴλ ἐκμελιτούσης στόμα,
ἢ λαβίδα φέρουσαν ἄνθρακος φλόγα
ῥύπασμα πάσης ἐκκαθαίρουσαν πλάνης,
ἢ γοῦν τὸ Χριστοῦ μυστικώτατον πτύον,
ἐπεὶ διιστᾷ σῖτον ἐκ τῶν ἀχύρων,
καὶ τὸν μὲν ἐντὸς ἀποθηκῶν εἰσάγει
ἀποστολικῆς εὐσεβοῦς ἐκκλησίας·
ὃς Χριστὸν οἶδε κατὰ γῆς πεπτωκότα
κόκκον καθάπερ καὶ θανόντα σαρκίῳ,
πολὺν δὲ καρπὸν αὖθις ἐκδεδωκότα,
τοὺς δ᾿ ἀχυρώδεις ἀντιδοξούντων λόγους
ἐκπυρπολεῖ καὶ μέχρις εἰς χοῦν λεπτύνει.
Ταύτην ἂν εἴποι καὶ κιβοτόν τις νέαν
πλήρη καθαρῶν μὴ καθαρῶν τε στίφους
ὀρθοφρονούντων δηλαδὴ καὶ δυσφρόνων,
ἐξ ἧς κόραξ μὲν τοῦ Σατὰν πλήρης ζόφου,
θύραν παρελθών, Χριστόν, οὐκ ἀναστρέφει,
ὁ δ᾿ ἀκέραιος ὡς περιστεραῖς τρόπος
οὐκ ἐκτὸς αὐτῆς ἐνδιατρίβειν θέλει,
κάρφος δ᾿ ἐλαίας ἀμφὶ τὸ στόμα φέρει,
ὡς οἷα Χριστοῦ σάρκα κυρίττειν ἔχων
θείας ἐλαίῳ φύσεως κεχρισμένην·
οὐ χρήσεων δὲ Γραφικῶν γέμει μόνον,
ἀλλ᾿ ἐξελέγχειν τοὺς ἐναντίους ἔχει
καὶ συλλογισμοῖς ἀποδεικτικωτάτοις
ὡς ἐμφέρειαν εἰσφέρειν φραγελλίου,
ὃ σχοινίοις ἔπλεξε Χριστοῦ παλάμη,
δι᾿ οὗπερ ἀνέστρεψε τραπέζας ὅλας
τῶν κερματιστῶν ἱεροῦ ῥίπτων μέσον·
ἐν γὰρ ἀφύκτοις συλλογισμῶν πλεκτάναις
στερρῶς ἀπάγχειν τοὺς θρασιστόμους σθένει
μίαν Τριάδος κερματίζοντας φύσιν
εἰς ἀσυνάπτους ἀλλοφύλους οὐσίας,
ἢ συγχέοντας εἰς ὑπόστασιν μίαν,
ὅσοι τε Χριστοῦ κολλυβίζοντες φύσεις
ἢ πρὸς μίαν φύρουσι τὰς δύο κρᾶσιν,
ἢ γοῦν διπλᾶς λέγουσι τὰς ὑποστάσεις.
Τοιόνδε τὸ σπούδασμα τοῦ βασιλέως,
τοσοῦτον ἔργον εὐσεβοφρόνων βάθρον,
ἀντιφρόνων δὲ δογμάτων ἀστασίαν
εἰς νοῦν μὲν ὠδίνησεν ὁ σκηπτροκράτωρ,
πνεῦμα σοφίας συλλαβῶν σωτηρίου,
εἰς φῶς δὲ νῦν ἤνεγκε τούτου τὸν τόκον
ὡς δεύτερος δ᾿ ὢν Ἰσραὴλ Θεὸς νέου.
Πιστῷ μὲν εἰς πᾶν ἐκ γεναρχῶν οἰκέτῃ
οὕτω θελήσας, τόνδε πιστεύει πόνον,
ὅς ἐστιν Ἀνδρόνικος ἐκ μητρὸς Δούκας,
ὁ κεσεβαστὸς Καματηρὸς πατρόθεν,
μέγας τε Δρουγκάριος ἐκ τῆς ἀξίας
ὡς δ᾿ οἷα πλάκας μυστικὰς ἄλλας νέας
τῷ παντὶ κόσμῳ τήνδε τὴν βίβλον νέμει,
τὴν Ὁπλοθήκην Ἱερὰν καλουμένην
θεογράφων φέρουσαν ὕψος δογμάτων.
Θεὸς δὲ τριὰς ἡ μόναρχος οὐσία
ζωῆς μὲν αὐτῷ καὶ θρόνου τὰς ἡμέρας
εἴη συναύξων οὐρανοῦ ταῖς ἡμέραις,
δοίη δὲ πᾶσαν κοσμικὴν μοναρχίαν
καὶ τὴν συναυτάνασσαν ἐκ ῥηγῶν γένους
καὶ πριγκιπικῆς εὐκλεοῦς ῥιζουχίας,
γένοιτο τηρῶν εἰς μακρὰν συζωΐαν
σὺν τῷ νεανθεῖ πορφυροβλάστῳ ῥόδῳ,
στέφανος φέροντι τοῦ κράτους Ἀλεξίῳ,
τῶν οὐρανῶν δὲ τὴν βασιλείαν τέλος
κλήρωμα τούτοις ἀμετάτρεπτον νέμει.
Type(s) [4671] Καὶ τοῦτο δεῖγμα τῆς ἀριστοβουλίας. (100 verses)
Text source A. Bucossi 2009, George Skylitzes’ dedicatory verses for the Sacred Arsenal by Andronikos Kamateros and the Codex Marcianus Graecus 524, Jahrbuch der Österreichischen Byzantinistik (JÖB), 59, 37-50: 45-48
Text status Text completely known
Date 14th c.
Manuscript VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 158 (coll. 515) [14th c.]
Place in Manuscript f. 1r-2r
Person(s)
Patron
Manouel I Komnenos (28/11/1118 - 24/09/1180) - PBW: Manuel/1/
Contextual information The poem precedes the 'Panoplia Dogmatica' of Andronikos Kamateros.
Metre(s) Dodecasyllable
Genre(s) Patron-related epigram
Subject(s) Andronikos Doukas Kamateros - PBW: Andronikos/112/
Bibliography
Number of verses 100
Related occurrence(s) [21257] Καὶ τοῦτο δεῖγμα τῆς ἀριστοβουλίας [1276-1300]
MUNICH - Bayerische Staatsbibliothek - gr. 229 [1276-1300] (f. 1r-3r)
(100 verses) (100/100)
Acknowledgements
Creator(s)
Contributor(s)
Permalink https://dbbe.ugent.be/occurrences/21927
Last modified: 2021-09-15.