Occurrence 21587
(formerly occ/5422)

+ἐὰν δὲ κλίσεις μαθεῖν τούτων θέλεις·
ὡς ἄν ἔχης ἥδυσμα καὶ πόθου δρόσον·
βίου χαρμονὴν καὶ ψυχ(ῆς) θυμηδίαν, |
ἄκουε συνετῶς δέχου φιλοφρόνως·
πλέξω γὰρ αὐτοῖς ὡς ἐνὸν ὑμνωδίαν,
καὶ χαιρετήσω νῦν ἔκαστον ἐμμέτρ(ως) |
καὶ σοι παρέξω γνώσιν ἀκριβεστάτην.
χαίροις ἠσύχιε, κλέος τ(ῶν) μαρτύρ(ων).
χαίροις μελίτων δόξα τ(ῶν) χριστονύμ(ων). |
χαίροις σμάραγδε στῦλε τῆς ἐκκλησίας.
χαίροις δόμνε πάγχρυσε τοῦ θε(οῦ) δόμε.
χαίροις, εὐνοϊκὲ κυρί(ου) μου φίλε· |
χαίρ(οις) ἠράκλειε χαρὰ τ(ῶν) ἀγγέλ(ων).
χαίρ(οις) οὐάλη δόξα τ(ῶν) ἀριστέ(ων).
χαίρ(οις) βιβιανέ περίκλειτε θρόνε· |
χαίροις κλαύδιε τῶν σοφῶν μελωδία·
χαίροις ξανθία τ(ῶν) βροτ(ῶν) εὐφημία.
χαίροις πρίσκε πρόμαχε τ(ῆς) οἰκουμέν(ης)· |
χαίρ(οις) θεόδουλε παραδείσου κλάδε·
χαίροις εὐτύχιε δόσις εὐτυχίας.
χαίροις ἰωάννη βρύσις χαρισμάτ(ων) |
χαίροις ἡλιανὲ ὑπερένδοξον φάος·
χαίροις σισίνιε πανέντιμον κύδος.
χαίροις κυρί(ων) μυροθήκη κυ(ρίου). |
χαίροις ἀγγία χαρμονὴ τῶν ἁγί(ων)· |
Χαίροις ἀέτιε χρυσόπλοκον στέφος.
χαίροις κλαύδιε πίστε(ως) ὁ προστάτης.
Type(s) [4918] Ἐὰν δὲ κλήσεις μαθεῖν τούτων θέλεις (27 verses)
Text source DBBE
Text status Text completely known
Date 10th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 476 [10th c.]
Place in Manuscript f. 291v
Contextual information The poem precedes Basil's homily on the forty martyrs of Sebaste.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s) Forty Martyrs of Sebasteia
Comment Halkin (1968: 15): 'f. 291v carmen de martyribus XL BHG a1208m'.
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b10721575k/f593.item
Bibliography
Number of verses 27
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://dbbe.ugent.be/occurrences/21587
Last modified: 2019-05-16.