Occurrence 21380
(formerly occ/5191)

ς καινὸς οὗτος τῆς μεταλλείας τρόπος
ἀνθοῦσα γῆ πέφυκεν ὧδε χρυσίτης:
ξ ἧς σεκοῦνδος, ὁ μεταλλεὺς τεχνίτης·
ωάννην ἤνεγκεν, τὸ χρυσοῦν στόμα·
εριστερὰ πρόσεισοι χεὶρ ἁπτουμένη·
ὸ πν(εῦμ)α πάντως τοῦ θ(εο)ῦ μου καὶ λόγου·
εριστερὰ πρόσεισοι κ(αὶ) χρυσοῦν στόμα:
κ φλαβιανοῦ θαῦμα χεὶρ ἁπτουμ(έν)η
αὶ ποῖον ἐχρὴν ἄλλον, ὢ χρυσοῦν στόμα·
ῶ π(ατ)ριάρχει προκαθέζει σε θρόνος·
ὐκ ἄλλον τοίνυν νοῦν σε λαμβάν(ειν) πλέων·
καρδία γῆς τοῦ θ(εο)ῦ τὴν καρδίαν:
μᾶς καθαίρων οὐ φθάσει σου τὸν θρόνον·
ωάννης ἔγραψεν ἐπιφανίω·
ἀκεῖνος ἀντίγραψεν, μὴ (δὲ) σοὶ φθάσεις·
ὴν ἐξορίαν τοὺς λόγους πιστοὺς κρίνον·
ξ οὐ(ρα)νοῦ πέπτωκεν ἥλιος μέγας· ||
ἐκ γῆς ὁ παράδεισος ἀρθεῖς ἐφάνη
ἰωάννης μὲν ἦλθεν ἐκ βυζαντίδος·
τῆς ῥωμαὶς κλαίουσα τῆς ἀκοσμίας·
τίς οὐ γελάσει τῶν ἀνάκτων τ(ὴν) μέθην
ἰωάννην γὰρ ἐκβαλόντες τοῦ θρόνου·
τού εἶδος εἰπεῖν τοῦ θ(εο)ῦ χελιδῶνα:
καθ᾿ἱδρύνουσιν ἀρσάκιον τὸν κύνον·
θνήσκεις ἀεὶ τῆ προαιρέσει μάκαρ:
κόσμου τὰς αὐτοῦ σαρκικὰς στερῶν μέλη·
θνήσκεις φύσει νῦν, κ(αὶ) βροτῶν πλῆρ(ην) νόμον·
τὴν ἐν τάφοις κάθοδον, μικρὸν δειπνήσας:
Type(s) [6080] Ὡς καινὸς οὗτος τῆς μεταλλείας τρόπος (28 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1476-1500
Manuscript NAPLES - Biblioteca Nazionale - gr. II C 33 [1476-1500]
Place in Manuscript f. 198v-199v
Person(s)
Scribe
Ioannes Xerokalitos (15th c.) - VGH: 181.C
Palaeographical information On f. 198v, the initial of each verse is missing. On f. 199r, each verse has a rubricated initial.
Contextual information Written at the end of John Chrysostom's Life.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) John Chrysostom (saint)
Bibliography
Number of verses 28
Acknowledgements
Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/21380
Last modified: 2020-09-07.