Occurrence 21012
(formerly occ/4724)

εἰς τοὺς ἐννέα λυρικοὺς ἡρωελεγεῖοι·
 
Ἐννέα τῶν πρώτων λυρικῶν πάτρην γενεήν τε
μάνθανε καὶ πατέρας καὶ διάλεκτον ἄθρει·
ὧν μιτυληναῖος μὲν ἔην γεραρώτερος ἄλλων
ἀλκαῖος πρότερος ἠχικὸς αἰολίδος
ἡ δ’ ἐπὶ τῶ ξυνὴν πάτρην φωνήν τε δαεῖσα
σαπφὼ· κληίδος καὶ πατρὸς εὐρυγύρου
στησίχορος σικελὸς· πάτρη δέ οἱ ἱμέρα ἐστίν
εὐφήμου πατρὸς δωρικὸς ἁρμονίην·
ἴβυκος ἰταλὸς ἐκ τοῦ ῥηγίου ἠὲ μεσήνης
ἠελίδα πατρὸς δωρίδα δ’ ἡρμόσατο
παρθενίου δὲ πατρὸς λιγυρὸς πάις ἠετίκοιο
ἄδει μελπόμενος τήιος ἀνακρέων
πίνδαρος ἦν θηβαῖος· ἀτὰρ πατρὸς σκοπελίνου
δόριον αἰνήσας ἁρμονίην ἐπέων
ἠδὲ σιμωνίδεω κίου δωριστὶ λαλοῦντος
τὸν πατέρ’ αἰνήσας ἴσθ' ἀριπρεπέα
ἰσαδαὴς κ(αὶ) κῖος ἔην γενεῆ μελοποιὸς· ||
μίλωνος πατέρος δ' ἔπλετο βακχυλίδης·
ἀλκμὰν ἐν λυδοῖσι μέγα πρέπει· ἀλλ' αδάμαντος
ἐστὶ· καὶ ἐκ σπάρτης δωρίδος ἁρμονίης:-
Type(s) [4049] Ἐννέα τῶν πρώτων λυρικῶν πάτρην γενεήν τε (20 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1465
Manuscript MADRID - Biblioteca Nacional 4633 (olim N.112) [1451-1500]
Place in Manuscript f. 8r-8v
Person(s)
Scribe
Konstantinos Laskaris (15th c.) - RGK: I.223, II.313, III.362 - VGH: 242.F - PLP: VI.14540
Palaeographical information Title and initial written in red ink.
Contextual information The epigram precedes scholia on Pindar's Olympian Odes.
Metre(s) Elegiacs
Genre(s) Author-related epigram
Subject(s)
Image source(s)
Bibliography
Number of verses 20
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/21012
Last modified: 2020-08-19.