Occurrence 20657
(formerly occ/4337)
+ ἕτεροι εἰς τὸν μέγαν γρηγό(ριον) τον θεολογον, ἡρωελεγεῖοι :~ | |
θεολογίης μέγα κάρτος ἀείσομαι ἁγνὸν ἱερῆα· | |
γρηγόριον ῥώμης ποιμένα κουροτέρης· | |
ῥητροσύνης κύδος, ἠὺ πυρὸς μένος ἀττικοῖο. | |
πνείοντα· κρατερῆς εὖχος ἐπογραφίης· | |
παντοδαπῆς σοφίης ἐπ᾽ ἀπείρονα κύκλα κιόντα· | |
τῆς νέον ἡμετέρης· καὶ ποτὲ ἡμετέρης. || | |
παρθενίης μέγα χαῖρ᾽ ἐπιήρατε νυμφίε νύμφης· | |
ἣ πρὸ μὲν ἐν τριάδι· καί τ᾽ ἀύλοισι νόοις· | |
(καὶ) καθαρῇσι τρίτον ψυχαῖς ἐπιμίγνυται ἀνδρῶν· | |
σὸν δὲ γέγηθε πλέον ἀμφιέπουσα λέχος. | |
χριστιανῶν λάχεος χαῖρε πρόμε· πίστιος ἕρμα· | |
ὑψηχὲ τριάδος στέντορ ὑπερμενέος· | |
πῆμ᾽ ὀλοὸν μανίης ἀδινάων αἱρεσιάων· | |
πῆμα σαβελλείας· πῆμα μακηδονίου; | |
πῆμα τμηξιθέου ὀλοόφρονος ἀνδρὸς ἀρείου· | |
ὃς θεότητα τάμεν· σοῖς δ᾽ ἀπέτμαγε λόγοις. | |
χαῖρε λόγων μελέδηνα· λαλοῦν ἀφίδρυμα σοφίης· | |
ζωὸν ἄγαλμ᾽ ἐπέων· καί τε λογογραφίης· | |
σκιρτητὰ· πενθῆτορ· ἁπάντεσι παντὸς ἀνάσσων· | |
τριάδα μὲν πνείων· τριάδι δ᾽ ἐκλαλέων· | |
τριάδι δὲ ζώων· τριάδος δ᾽ ὑπὲρ ἧτορ ὀλέσκων· | |
ἧ σὺ μὲν ἀμφὶ πόλω ἄρτι πάρεδρος ἔης· | |
ἡμῖν δ᾽ ὥς τε μέλισσα καλὸν μέλι κάλλιπες ὧδε· | |
σοὺς τὲ λόγον ἑτέρους, κ(αὶ) τὸ ἔμελλεν ἄρα : + |
Type(s) | [4332] Θευλογίης μέγα κάρτος ἀείσομαι ἁγνὸν ἱρῆα (24 verses) |
Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
Text status | Text completely known |
Date | 14th-15th c. |
Manuscript | PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 554 [13th c.] |
Place in Manuscript | f. 1v-2r |
Palaeographical information | Sajdak (1914: 258 n. 3): 'Codex continet orationes Gregorii. Versus in Gregorium quasi anonymos exaravit manus posterior'. The manuscript dates to the 13th century. |
Metre(s) | Elegiacs |
Genre(s) | Author-related epigram |
Subject(s) | Gregorios of Nazianzos < Cappadocia (329 - 25/01/390) - PBW: Gregorios/128/ |
Image source(s) | https://gallica.bnf.fr/ark:/12148/btv1b10724218b/f8.item |
Bibliography | |
Number of verses | 24 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
|
Permalink | https://dbbe.ugent.be/occurrences/20657 |
Last modified: 2020-08-05.