Occurrence 20494
(formerly occ/4159)
Θησαυρὸς ἁβρὸς γραφικῶν διδαγμάτων | |
ψυχὤν τροφὴ τὸ χρῆμα λειμὼν ἡδύνων | |
γέμων χαρίτων χῶρος, ἀνθὼν ἀνθέων | |
ὧν ἦν γεωργὸς ἡ χάρις τοῦ Πνεύματος· | |
δρέπου κρατῶν τὴν βίβλον ὃς τύχης ἔχων | |
τὸν καρπὸν αὐτῆς ὡς σαφῶς νοοτρόφον | |
καὶ πνευματικὸν ἐκροφῶν χανδὸν στόμα | |
εὐχαῖς ἀμείβου τὸν συνάξαντα τάδε. |
Last modified: 2019-05-16.