Occurrence 18891
(formerly occ/2296)

Τὴν πνευματικὴν εὐφυῶς Ἰωάννης
τῶν ἀρετῶν κλίμακα συνθεὶς τοῖς λόγοις
τὴν πρὸς Θεὸν ἔδειξε ἀπλανῆ τρίβον
ἐνιαχοῦ δ᾽ αὕτη γε λέξιν καὶ φράσιν
ἑλληνικῆ ἔχουσα παιδείας ξένην
πολλῆς χυδαιότητος ἐμπεπλησμένην
ἀμφιγνοεῖν δίδωσι τὸν νοῦν τοῦ λόγου
τοῖς δ᾽ ἐγκαλεῖν αὖ τῷ τοκεῖ τοῦ βιβλίου
ὡς οὐχὶ συντρέχουσαν ἀσκήσει λόγων
ἣν ἡ θύραθεν οἶδε παιδεία φέρειν
τὴν ἀρετῆς ἄσκησιν εὐμοιρηκότι
ταύτῃ τὸ χωλὸν ὡς ἐνῆν ἔστιν ὅπου
ὀρθοῦντες ἡμεῖς τῶν μερῶν εὐγνωμόνως
δοκοῦμεν ὡς εὔρυθμα βαίνειν τόν λόγον
τὸν Σὴμ γὰρ ἐζήλωσα καὶ τὸν Ἰάφεθ
Ματθαῖος οἰκτρὸς ἐν μονασταῖς καὶ θύτης
οἵ πατρικὴν γύμνωσιν οὐκ ἐνεγκότες
χλεύης προκεῖσθαι τοῖς ὁρῶσιν αἰτίαν
ὀπισθοφανῶς συνεκάλυψαν τότε
καὶ τοῦτο ποιήσαντες ἤραντο κλέος
εἰ δὲ κεκοινώνηκα τούτοις τοῦ τρόπου
αἰτῶ μετασχεῖν καὶ γέρων τῶν κρειττόνων
Type(s) [3101] Τὴν πνευματικὴν εὐφυῶς Ἰωάννης (22 verses)
Text source S. Eustratiades 1918, Κατάλογος τῶν ἐν τῇ μονῇ τῶν Βλατέων ἀποκειμένων κωδίκων, Γρηγόριος ὁ Παλαμᾶς, 2, 97-107: 330
Date 15th c.
Manuscript THESSALONIKI - Mone Blatadon 25 [15th c.]
Place in Manuscript f. 4v
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) John Klimax (6th c. - 7th c.) - PMBZ: 13914: "Personenkennziffer: 2791"
Comment Het vers Ματθαῖος οἰκτρὸς ἐν μονασταῖς καὶ θύτης wordt op het einde van het ms. nog eens herhaald.
Bibliography
Number of verses 22
Acknowledgements
Contributor(s)
Permalink https://dbbe.ugent.be/occurrences/18891
Last modified: 2019-08-02.