Occurrence 17583
(formerly occ/817)

Στίχοι εἰς τ(ὸ) πλήρ(ω)μ(α) τοῦ τετραυαγγέλ(ου)+.
 
Τοῦ τῆς κΰπρου μὲν ποιμένο(ς) κ(αὶ) δεσπότου·
μακαριωτάτου ἀρχϊεπϊσκόπου·
τοῦ ποιμενάρχου κϋπρίων ἰω(άννου)·
τῆ προσταγῆ γέγραφε τήνδε τὴν βίβλ(ον)·
γραφεὺσ μανουὴλ ἁγϊοστεφανίτ(ης)·
ὁ καὶ παρ᾽ αὐτοῦ τοῦ πάνυ ϋπερσόφου·
εὐεργετηθεὶς πολλάκις ἀνενδότ(ως)·
ὃς καὶ πεφϋκ(ὼς) εὐτελέστατος θύτ(ης)·
τοῦ παντάνακτος ἐργοτεχνίτου λόγου·
ἐπευχαριστεῖ καὶ τρανῶς μεγαλύνει·
τὸ χρϋσοτευκτόμορφον ἀγλαὸν στόμα.
καὶ ψϋχοτερπέστατον εὐμελὲσ, μένο(ς)·
καὶ πνευμ(α)τοπρόβλητον εὐμενὲσ μέλο(ς)·
κροτούμενον κρούματι πανσθενοκρότω·
νοοτρόφους ἴυγγας εὐηχεστάτους
εἰς πᾶσαν ἀνέμελψεν τὴν οἰκουμένην·
ἧ καὶ λελοιπ(ὼς) τὴν χρυσόβλητον βίβλ(ον)·
σειρηνοθελκότερπνον εὐμελεστάτην·
πᾶσαν ἀκριβῶς ἠκρίβωσε δελτάδα·
εὐχῶν δὲ κατάπαυσιν οὐδαμ(ῶς) φέρει·
πρὸς τὸν μέγα τοῦ θεοῦ ἀρχιεράρχην·
τὴν χρυσοβρυτόρρυτον ὑδάτ(ων) ῥύσ(ιν)·
καὶ μυσταγωγὸν εὐσεβῶν διδαγμάτ(ων)·
καὶ κήρυγμα κράτιστον ἀληθῶν λόγων·
Ἐπιφάνιον ἀπόστολον τὸν μέγαν·
ὡς ἂν νέμοιτο τῷ ποιμενάρχῃ τούτου·
ζωὴν πολυχρόνιον ὑγείας πλάτος·
εὔρωστον, εὐφρόσυνον, εὔθυμον βί(ον)·
Ἀλλ᾽ ὦ μάκαρ πρώτιστε τῶν μακαρτάτων·
ὦ τερπνολαμπρότατε χρυσὲ τοῖς λόγοις·
τοῖς ἡδυτάτοις καὶ ψυχοτρόφοις λόγοις·
χάριν ἀνεξάντλητον ἢ βρύσιν νέμοις·
πολλῶν ἀγαθῶν ἐν χρόνοις πολυχρόνοις·
τῷ τήνδε βίβλον προστάξαντι γενέσθαι.
Type(s) [2165] Τοῦ τῆς Κύπρου μὲν ποιμένος καὶ δεσπότου (34 verses)
Text source C. Constantinides, R. Browning, 1993, Dated Greek Manuscripts from Cyprus to the year 1570, Washington: 85
Text status Text completely known
Date 1156
Manuscript NEW YORK - H.P. Kraus Library olim ANDROS - Monê Hagias (Zôodochou Pêgês) 32 [1156]
Place in Manuscript f. 341r-341v
Person(s)
Patron
Ioannes II (12th c.) - PBW: Ioannes/20350/ (archiepiskopos of Cyprus, despotes, poimen)
Scribe
Manouel Hagiostefanites (12th c.) - VGH: 274.G (grapheus)
Metre(s) Dodecasyllable
Genre(s) Patron-related epigram
Bibliography
Number of verses 34
Acknowledgements
Contributor(s)
Permalink https://dbbe.ugent.be/occurrences/17583
Last modified: 2017-06-27.