Occurrence 17296
(formerly occ/467)

θερμῶς διέρχου ταῦτα καὶ λήψη χάριν˙
ἐκ τῆς ἄνωθεν δαψιλοῦς χορηγίας˙
ψυχὴ γλυκεῖα Χ(ριστὸ)ν ὁ στέρνοις φέρων˙
ὁῖς ἀξίως δρᾶς εὐσεβῶς καθἡμέραν˙
πυκνῶς διέρχου ταῦτα διψῶν ἐνθέως˙
ἰδεῖν γαληνὸν ἣμερον τὸν δεσπότην˙
ὁῦπερ τῦχοιμεν εὐμενους ὥρα[ν] δίκης˙
καὶ τῶν ἐκλεκτῶν χαρμονῆς ἀνεσπέρου˙
ἐρῶμεν αὐτῶν ἐξ ὅλης τῆς καρδίας˙
αὐτῶν ἐκείνων. τῶ[ν] Θ(ε)ω συνημμένων˙
ζητῶμεν ὡς χρὴ τὸ κλέος τῶν πραέων˙
τὴν προσπάθειαν εκφύγωμεν τοῦ βίου˙
μόνων ἐκείνων θῶμεν ἐν νῷ τὸν πόθον˙
ὧνπερ τὸ κάλλος οὐδαμῶς τίς ἐκφράσοι˙
μέμνησό μου μέμνησο˙ ναὶ μέμνησό μου˙
ἐν σαῖς προσευχαῖς ἐκδυσωπῶν συντόνως˙
μὴ δὴ παρόψη τὴν δέησιν σοῦ δούλου˙
καὶ γὰρ σε καγὼ καρδίας φέρω πλάτει˙
μνήμην ἔχων σου πάντα τὸν ζωῆς χρόνον˙
εὔροιμεν ἄμφω τὴν δόσιν τῶν κριττόνων˙
καὶ τὴν ἀνἐκλάλητον αἴγλην κυρίου˙
καθἡμέραν χρὴ πρὸςδοκᾶν ζωῆς τέλος˙
μᾶλλον καθ' ὥραν˙ καὶ τρεμειν ἀνενδότως˙
τὸ τῆς τομῆς ἄφυκτον˙ ἐκχθρῶν τὸν φθόνον˙
ὕλην περιττεῖν ἐκκενοῦν καὶ δακρύειν˙
ἀεί τε πράττειν πάντα τὰ Χ(ριστ)ῶ φίλα˙
τοῦς ἀυτὸν ἐκζητοῦντας εὐσεβοφρόνως.
Type(s) [2792] Θερμῶς διέρχου ταῦτα καὶ λήψῃ χάριν (27 verses)
Text source N. Bees, 1915, Κατάλογος τῶν ἑλληνικῶν χειρογράφων κωδίκων τῆς ἑν Πελοποννήσῳ μονῆς τοῦ Μεγάλου Σπηλαίου (vol. 1), Leipzig-Athene: 12
Text status Text completely known
Date 11th c.
Manuscript KALAVRYTA - Mone Megalon Spelaion 12 [11th c.]
Place in Manuscript f. 202v
Palaeographical information Written in dark red ink by the main scribe.
Metre(s) Dodecasyllable
Genre(s) Reader-related epigram
Subject(s) Jesus Christ (10 BC-1 BC - 30-33)
Bibliography
Number of verses 27
Acknowledgements
Permalink https://dbbe.ugent.be/occurrences/17296
Last modified: 2020-08-24.